Tekstblob
sha256: d670ef105912bdb7994b4c516ab7eced2ddea12199d9574644b948f7a8e62bad · 270 tekens
εἰ γὰρ κατὰ τὴν Παύλου διδασκαλίαν, λέγοντος· “ὁ κολλώμενος τῷ κυρίῳ, ἓν πνεῦμα ἐστι·” πᾶς ὁ νοήσας τί τὸ κολλᾶσθαι τῷ κυρίῳ, καὶ κολληθεὶς αὐτῷ, ἕν ἐστι πνεῦμα πρὸς τὸν κύριον· πῶς οὐ πολλῷ μᾶλλον θειοτέρως καὶ μειζόνως ἕν ἐστι τὸ ποτε σύνθετον πρὸς τὸν λόγον τοῦ Θεοῦ;
Alle records · Zoek op deze hash