Tekstblob
sha256: ce0d6255e4a61ce60e5caf46d8effd138d450f5813237e7e82cc1261545d2496 · 350 tekens
Οὐ γάρ τι ἐκινεῖτο παρ’ αὐτῷ, οὐ θυμὸς, οὐκ ἐπιθυμία ἄλλου παρῆν αὐτῷ, ἀναβεβηκότι· ἀλλ’ οὐ δὲ λόγος, οὐ δέ τις νὸησις· οὐ δ’ ὅλως αὐτὸς, εἰ δεῖ καὶ τοῦτο λέγειν· ἀλλ’ ὥσπερ ἁρπασθεὶς ἢ ἐνθουσιάσας ἡσυχῆ ἐν ἐρήμῳ καταστάσει γεγένηται ἀτρεμεῖ, τῇ αὐτοῦ οὐσίᾳ οὐδαμοῦ ἀποκλίνων, οὐδὲ περὶ αὐτὸν στρεφόμενος, ἑστὼς πάντη καὶ οἷον στάσις γενὸμενος·:
1
Alle records · Zoek op deze hash