Tekstblob
sha256: cbe9684ee34022f8d5ac08e199cb5a0d526a4020ebb924849e402c554572b803 · 428 tekens
ὅτι ὁ μὲν θεὸς καὶ πατὴρ συνέχων τὰ πάντα φθάνει εἰς εκαστον τῶν ὄντων μεταδιδοὺς ἑκάστῳ ἀπὸ τοῦ ἰδίου τὸ εἶναι· ὢν γὰρ ἔστιν· ἐλάττων δὲ παρὰ τὸν πατέρα ὁ Υἱ& 232·ς φθάνει ἐπὶ μόνα τὰ λογικά· δεύτερος γάρ ἐστι τοῦ πατρός· ἔτι δὲ ἧττον τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνους τοὺς ἁγίους διικνούμενον· ὥστε κατὰ τοῦτο μείζων ἡ δύναμις τοῦ Πατρὸς παρὰ τὸν Υἱ& 232·ν καὶ τὸ πνεῦμα τὸ ἅγιον πλείων δὲ ἡ τοῦ Υἱοῦ παρὰ τὸ πνεῦμα τὸ ἅγιον:
1
Alle records · Zoek op deze hash