Testimonia

Publiek archief van verzamelde en verwerkte bronrecords.
Overzicht / tekstblob

Tekstblob

sha256: bb2fad389cfeb50b72c5dacb4f7b86e1c8159a21dfab9417e1cf4585f34e5841 · 542 tekens

᾽Αλλὰ μὴν ἀφαιρουμένου μήκους καὶ πλάτους καὶ βάθους, οὐδὲν ὁρῶμεν ὑπολειπόμενον πλὴν ἐ& 176· τι ἐστὶ τὸ ὁριζόμενον ὑπὸ τούτων, ὥστε τὴν ὕλην ἀνάγκη φαὶνεσθαι μόνην οὐσίαν οὕτω σκοπουμένοις.  Λέγω δ᾽ ὕλην ἢ καθ᾽ αὑτὴν μήτε τὶ, μήτε ποσὸν, μήτε ἄλλο μηδὲν λέγεται οἷς ὥρισται τὸ ὄν· ἔστι γὰρ τι καθ᾽ οὗ κατηγορεῖται τούτων ἕκαστον, ᾧ τὸ εἶναι ἕτερον, καὶ τῶν κατηγορεῶν ἑκάστῃ.  Τὰ μὲν γὰρ ἄλλα τῆς οὐσίας κατηγορεῖται· αὕτη δὲ, τῆς ὕλης.  & 169·Ωστε τὸ ἔσχατον, καθ᾽ αὑτὸ οὔτε τὶ, οὔτε ποσὸν, οὔτε ἄλλο οὐδέν ἐστιν· οὐδὲ δὴ αἰ ἀποφάσεις: 1

Alle records · Zoek op deze hash