Testimonia

Publiek archief van verzamelde en verwerkte bronrecords.
Overzicht / tekstblob

Tekstblob

sha256: a4a3b812fb5c4c07a5ef8055f03b35e5d28c02536d22fda6b873b3fcbbbdf91d · 795 tekens

Πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα βεβαιοῦται· εἰ γὰρ αὐτός ἐστιν ὁ βεβαιῶν ἡμᾶς εἰς Χριστὸν (τουτέστιν ὁ μή ἐῶν ἡμᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν) καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν, πῶς τὰ μέλλοντα οὐ δώσει; εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν (οἷον τῆν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ πνεύματος μετάληψιν) πῶς τὰ ἐκ τούτων οὐ δώσει; εἰ γὰρ ἐκεῖνα διὰ ταῦτα δίδονται, πολλῷ μᾶλλον ὁ ταῦτα δοὺς καὶ ἐκεῖνα παρέξεί· καὶ εἰ ταῦτα ἐχθροῖς οὖσιν ἔδωκε, πολλᾤ μᾶλλον ἐκεῖνα φίλοις γενομένοις χαριεῖται· διὰ τοῦτο οὐδὲ Πνεύμα εἶπεν ἀπλῶς, ἀλλ’ ἀῤῥαβῶνα ὡνόμασεν, ἵνα ἀπὸ τούτου, καὶ περὶ τοῦ παντὸς θαῤῥῇς· οὐ γὰρ εἰ μὴ ἔμελλε το πᾶν διδόναι, εἵλετο ἀν τὸν ἀῤῥαβῶνα παρασχεῖν καὶ ἀπολέσαι εἰκῆ καὶ μάτην.: 1

Alle records · Zoek op deze hash