Tekstblob
sha256: 9fe8f9705105d940fccc2c1ad3ec8550f8b81175bc727860367b5459b720643a · 675 tekens
Κᾀκεῖνοι περὶ οὐρανῶν τὰς δυσφήμους ἔχουσι γλώσσας. ᾽Ιησοῦς λέγει περὶ τοῦ πατρὸς αὐτοῦ, ῞Οστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς. κᾀκεῖνοι λέγουσιν, ὅτι οἱ ὑετοὶ ἐξ ἐρωτικῆς μανίας γίνονται, καὶ τολμῶσι λέγειν, ὅτι ἐστί τις παρθένος ἐν οὐρανῷ εὐειδὴς μετὰ νεανίσκου εὐειδοῦς, καὶ κατὰ τὴν τῶν καμηλῶν ἢ λύκων καιρὸν, τοὺς τῆς αἰσχρᾶς ἐπιθυμίας καιροὺς ἔχειν, καὶ κατὰ τὴν τοῦ χειμῶνος καιρὸν, μανιωδῶς αὐτὸν ἐπιτρέχειν τῇ παρθένῳ, καὶ τὴν μὲν φεύγειν φασί, τὸν δὲ ἐπιτρέχειν, εἶτα ἐπιτρέχοντα ἱδροῦν, ἀπὸ δὲ τῶν ἱδρώτων αὐτοῦ εἶναι τὸν ὑετόν. Ταῦτα γέγραπται ἐν τοῖς τῶν Μανιχαίων βιβλίοις· ταῦτα ἡμεῖς ἀνέγνωμεν, κ.τ.λ.
Alle records · Zoek op deze hash