Tekstblob
sha256: 9cc62b629f5b9ed313eeebe10582d6a6f73aa1338d0461d2cdb4a6ee952f0e83 · 362 tekens
Οὐ γὰρ ἐπειδὰν πάμπαν ἀκατάληπτον τὸ Θεῖον διὰ τοῦτο που πάντως μηδόλως ζητεῖν περὶ αὐτοῦ προσῆκεν, ἀλλ’ ἐν ρᾳστώνῃ τὸν τοῦ βίου καταναλίσκειν χρόνον· κατὰ δὲ τὸ μέτρον τὸ μεριθὲν ἐκάστῳ παρὰ τοῦ κυριου, τῆς γνώσεως τὴν ἐξέτασιν φιλοπόνως ποιεῖσθαι· ὅτι μὲν ἀκατάληπτον ἀκριβῶς πεπεισμένους· ἐφ’ ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας, ἑαυτοὺς ἐκείνῳ συνάπτοντας:
1
Alle records · Zoek op deze hash