Tekstblob
sha256: 9042f8649fccdb952cc6a53ba55375fbf0aa6cc1f86fe967c3e99261d157676f · 316 tekens
προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ πνεύματος· ὧν τὸ μὲν ἐθέωσε τὸ δὲ ἐθεώθη, ὦ τῆς καινῆς μίξεως, ὦ τῆς παραδόξου κράσεως, ὁ ὢν γίνεται καὶ ὁ ἄκτιστος κτίζεται καὶ ὁ ἀχώρητος χωρεῖται διά μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι, καὶ ὁ πλουτίζων πτωχεύει:
1
Alle records · Zoek op deze hash