Testimonia

Publiek archief van verzamelde, gedownloade, ontdubbelde en geverifieerde teksten.
Overzicht / tekstblob

Tekstblob

sha256: 8c2edbc7e9be28ff808ea46f4019588a4cde7e61504a7d4d00f3f2fea8fc8f07 · 902 tekens

Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιήτην, καὶ εἰς ἕνα Κύριον ᾽Ιησοῦν Χριστόν, τὸν Ψἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φῶτος. Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ τοιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι᾽ ἡμὰς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν Cyril, Cat. iv. 9; xii. 3; Mystag. ii. 7. κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανούς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας· ἦν ποτε ὅτε οὐκ ἦν, καί τρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Ψἱὸν τοῦ Θεοῦ.  ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησία.

Alle records · Zoek op deze hash