Tekstblob
sha256: 8956fa697f8838353cb44d04b2371ad75532b9a7e9d89adf9984b4536bdee9d4 · 450 tekens
Οὐ γὰρ ἁπλῶς ἀποφαινομένοις ἀνθρώποις προσέχοιμεν, οἷς καὶ ἀνταποφαίνεσθαι ἐπ’ ἴσης ἔξεστιν. Εἰ δ’ οὐκ ἀρκεῖ μόνον ἁπλῶς εἰπεῖν τὸ δόξαν, ἀλλὰ πιστώσασθαι δεῖ τὸ λεχθὲν, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένομεν μαρτυρίαν, ἀλλὰ τῇ τοῦ Κυρίου φωνῇ πιστούμεθα τὸ ζητούμενον. Ἣ πασῶν ἀποδείξεων ἐχεγγυωτέρα, μᾶλλον δ’, ἥ μόνη ἀπόδειξις οὖσα τυγχάνει. Οὕτως οῦν καὶ ἡμεῖς ἀπ’ αὐτῶν περὶ αὐτῶν τῶν γραφῶν τελείως ἀποδεικνύντες, ἐκ πίστεως τειθόμεθα ἀποδεικτικῶ·:
1
Alle records · Zoek op deze hash