Tekstblob
sha256: 78a9da32535e4dfe31ad8d788cbbde64a9cdfd873a3e707bfc3221fdf441b234 · 320 tekens
Ταῦτα, οἶμαι, σαφῶς παρὰ τῶν προφητῶν περὶ τοῦ ἁγίου πνεύματος μεμαθηκὼς Πλάτων εἰς τὸ τῆς ἀρετῆς ὄνομα μεταφέρων φαίνεται. Ὁμοίως γὰρ ὥσπερ οἱ ἱεροὶ προφῆται τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα εἰς ἑπτὰ πνεύματα μερίζεσθαι φασίν, οὕτω καὶ αὐτὸς μίαν καὶ τὴν αὐτὴν ὀνομάζων ἀρετήν, ταύτην εἰς τέσσαρας ἀρετὰς μερίζεσθαι λέγει:
1
Alle records · Zoek op deze hash