Testimonia

Publiek archief van verzamelde en verwerkte bronrecords.
Overzicht / tekstblob

Tekstblob

sha256: 45cc8bbe5f030ef7dd1088cf22a2acf400dfe303f19380386b05f55841b35e08 · 878 tekens

The Creed of Eunomius. (Adv. Eunom. i. 4.) Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα· καὶ εἰς ἕνα Μονογενῆ ῾Υιὸν τοῦ Θεοῦ, Θεὸν λόγον, τὸν Κύριον ἡμῶν Ιησοῦν Χριστὸν, δι᾽ οὗ τὰ πάντα· καὶ εἰς ἓν Πνεῦμα ἅγιον, τὸ παράκλητον. Eunom., Apol. § 5. The Creed of Arius and Euzoius. (Soc. H.E. i. 26.) Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς Κύριον Ιησοῦν Χριστὸν, τὸν ῾Υιὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰ& 240·νων γεγεννημενον, Θεὸν Λόγον, δι᾽ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν κατελθόντα, καὶ σαρκωθέντα, καὶ παθόντα, καὶ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον Πνεῦμα· καὶ εἰς σαρκὸς ἀναστάσιν· καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰ& 242·νος· καὶ εἰς Βασιλείαν οὐρανῶν· καὶ εἰς μίαν καθολικὴν ἐκκλησιαν τοῦ θεοῦ τὴν ἀπὸ περάτων ἑ& 241·ς περάτων.

Alle records · Zoek op deze hash