Tekstblob
sha256: 3dff053a040f8263ab8ef3623b56e36127131c9709651f7edfd90e50ee38db56 · 490 tekens
Οὐκοῦν ὡς μὲν καὶ Ἕλληνες καὶ βάρβαροι τοὺς θεοὺς ἡγοῦνται πάντα εἰδέναι πάντα εἰδέναι τά τε ὄντα καὶ τὰ μέλλοντα εὔδηλον. Πᾶσαι γοῦν αἱ πόλεις καὶ πάντα τὰ ἔθνη διὰ μαντικῆς ἐπερωτῶσι τοὺς θεοὺς τίτε χρὴ καὶ τί οὐ χρὴ ποιεῖν. Καὶ μὴν ὅτι νομίζομέν γε δύνασθαι αὐτοὺς καὶ εὗ καὶ κακῶς ποιεῖν καὶ τοῦτο σαφές. Πάντες γοῦν αἰτοῦνται τοὺς θεοὺς τὰ μὲν φαῦλα ἀποτρέπειν τἀγαθὰ δὲ διδόναι. Οὗτοι τοίνυν οἱ πάντα μὲν εἰδότες κ.τ.λ. Διὰ δὲ τὸ προειδέναι καὶ ὅ τι ἐξ ἑκάστου ἀποβήσεται κ.τ.λ.:
1
Alle records · Zoek op deze hash