Tekstblob
sha256: 33ab2a156fe424957575dc5e717fcb426926d377d237b62c686f7e999f96a7f1 · 351 tekens
᾽Αλλ᾽ ὅρα μὴ ὑπονοήσῃς ἐκεῖνο τὸ μύρον ψιλὸν εἶναι. ὥσπερ γὰρ ὁ ἄρτος τῆς εὐχαριστίας μετὰ τὴν ἐπίκλησιν τοῦ ἁγίου Πνεύματος οὐκ ἔτι ἄρτος λιτός, ἀλλὰ σῶμα Χριστοῦ, οὕτω καὶ τὸ ἅγιον τοῦτο μύρον οὐκ ἔτι ψιλόν, οὐδ᾽ ὡς ἂν εἴποι τις κοινὸν μετ᾽ ἐπίκλησιν, ἀλλὰ Χριστοῦ χάρισμα, καὶ Πνεύματος ἁγίου παρουσίᾳ τῆς αὐτοῦ θεότητος ἐνεργητικὸν γινόμενον:
1
Alle records · Zoek op deze hash