Testimonia

Publiek archief van verzamelde en verwerkte bronrecords.
Overzicht / tekstblob

Tekstblob

sha256: 2643a9bda6d6c2233a1483206f75fd5cc3b2cc449b2a0336e594d1b711c37c40 · 545 tekens

Ἔρχεται Ἕλλην καὶ λέγει, ὅτι βούλομαι γενέσθαι Χριστιανὸς ἀλλὰ οὐκ οἶδα τίνι προσθῶμαι· μάχη παρ’ ὑμῖν πολλὴ καὶ στάσις, πολὺς θόρυβος, ποῖον ἕλομαι δόγμα; τί αἱρήσομαι; ἕκαστος λέγει ὅτι ἐγὼ ἀληθεύω, τίνι πειθῶ μηδὲν ὅλως εἰδὼς ἐν ταῖς γραφαῖς; κᾳκεῖνοι τὸ αὐτὸ προβάλλονται πάνυ γε τοῦτο ὑπὲρ ἡμῶν, εἰ μὲν γὰρ λογισμοῖς ἐλέγομεν πείθεσθαι εἰκότως ἐθορύβου, εἰ δὲ ταῖς γραφαῖς λέγομεν πιστεύειν, αὐταὶ δὲ ἀπλαὶ καὶ ἀληθεῖς, εὔκολόν σοι τὸ κρινόμενον, εἴτις ἐκείναις συμφωνεῖ οὗτος Χριστιανός· εἴτις μάχεται οὗτος πόῤῥω τοῦ κανόνος τούτου.: 1

Alle records · Zoek op deze hash