Testimonia

Publiek archief van verzamelde en verwerkte bronrecords.
Overzicht / tekstblob

Tekstblob

sha256: 20eaf06e279c0f72df432865edc06d455192b333bf66a9141ea2b89f29a12105 · 871 tekens

Fialon points out the correspondence with Plat. Phæd. § 119, καί τίς εἰπε τῶν παρόντων ἀκούσας…πρὸς Θεν, οὐκ ἐν τοῖς πρόσθεν ἡμῖν λόγοις αὐτὸ τὸ ἐναντίον τῶν νυνὶ λεγομένων ὡμολογεῖτο, ἐκ τοῦ ἐλάττονος τὸ μεῖζον γίγνεσθαι, καὶ ἐκ τοῦ μείζονος τὸ ἔλαττον, καὶ ἀτεχνῶς αὕτη εἶναι ἡ γένεσις τοῖς ἐναντίοις ἐκ τῶν ἐναντίων ; νῦν δέ μοι δοκεῖ λέγεσθαι ὅτι τοῦτο οὐκ ἄν ποτε γένοιτο. Καὶ ὁ Σωκράτης …ἔφη…οὐκ ἐννοεῖς τὸ διαφέρον τοῦ τι νῦν λεγομένου καί τοῦ τότε· τότε· μὲν γὰρ ἐλέγετο ἐκ τοῦ ἐναντίου πράγματος τὸ ἐναντίον πρᾶγμα γίγνεσθαι, νῦν δὲ ὅτι αὐτὸ τὸ ἐναντίον ἑαυτῷ ἐναντίον οὐκ ἄν ποτε γένοιτο, οὔτε τὸ ἐν ἡμῖν οὔτε τὸ ἐν φύσει· τότε μὲν γὰρ περὶ τῶν ἐχόντων τῶν ἐναντίων ἐλέγομεν, ἐπονομάζοντες αὐτὰ τῇ ἐκείνων ἐπωνυμί& 139·, νῦν δὲ περὶ ἐκείνων αὐτῶν ὧν ἐνόντων, ἔχει τὴν ἐπωνυμίαν τὰ ὀνομαζόμενα, αὐτὰ δ᾽ ἐκείνα οὐκ ἄν ποτέ φαμεν ἐθεγῆσαι γένεσιν ἀλλήλων δέξασθαι.

Alle records · Zoek op deze hash